Ancient Greek
Fragment 3
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 3
Not analysed yet
ὅτι ὁμοιομερῆ καλεῖ ὁ Ἀριστοτέλης τὰ κατὰ <τὴν> πρώτην σύστασιν ἐκ τῶν στοιχείων γεγονότα, τὴν σάρκα, τὴν πιμελήν, τὸ νεῦρον καὶ ὅσα ἄλλα τοιαῦτα. δευτέρα δὲ ἐκ τούτων σύνθεσις ἡ τῶν ὀργανικῶν ἐστιν, ὀφθαλμοῦ καὶ γλώττης καὶ ἐγκεφάλου καὶ ὅσα ἄλλα τοιαῦτά ἐστι, καὶ τρίτη τις ἐκ τῶν ὀργανικῶν σύνθεσις ἡ ἅπαντος τοῦ σώματος.