Ancient Greek
Fragment 33
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 33
Not analysed yet
ὅτι τὸ βίαιον οὐκ ἔχοντα τὰ περὶ τὴν ὄψιν παθήματα· διὰ τοῦτο καὶ τῶν ἀλγημάτων ἐστὶν ἐλευθέρα κατὰ τὰς ἰδίων αἰσθητῶν διαγνώσεις. ὄψιν δὲ ἀκουστέον τὴν ὀπτικὴν δύναμιν, οὐ τὴν ἐνέργειαν αὐτῆς, ὥσπερ οὐδὲ τὸ ὄργανον, ὅπερ ἐστὶν ὀφθαλμός. οὐ γὰρ ὄψεως μόνης οὗτός γε ἀλλὰ καὶ ἁφῆς ἐστιν ὄργανον, ἥτις ὑπὸ τῶν ἰδίων αἰσθητῶν εἰς ὀδυνηρὰς ἄγεται διαθέσεις. ὥστε καθ' ὅσον ἐστὶν ὄργανον ὄψεως, οὐδὲν ὀδυνηρὸν ὑπὸ τῶν ἰδίων αἰσθητῶν πάσχει.