Ancient Greek
Fragment 34
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 34
Not analysed yet
ὅτι ὅσα ἱκανῶς παχυμερῆ, τούτων αἱ ὀδυναὶ σφοδρόταται γίνονται. διὰ τοῦτο γοῦν καὶ τὴν ἁφῆν ὀδυνηροτάτην ἐν πολλοῖς πάθεσιν ἀποτελεῖσθαι συμβαίνει, διότι τὸ μόριον αὐτῆς, ἐν ᾧ γίνεται, γεωδέστατον τῶν ἄλλων ἐστίν, ὥσπερ γε τὸ τῆς ὄψεως φωτοειδέστατον, ὅπερ ἐστίν, ὡς ἐπιδέδεικται, τὸ κρυσταλλοειδὲς ὑγρόν, τὸ ἐν τοῖς ὀφθαλμοῖς διαυγές. εἰκότως οὖν ἡ ὄψις ἥκιστα λυπεῖται πρὸς τῶν ἰδίων αἰσθητῶν τῆς ὑπερβολῆς. ἐφεξῆς δὲ τῆς ἀκοῆς ἐστιν ἴδιον ὄργανον, εἶτα τρίτον αὐτῆς τὸ τῆς ὀσφρήσεως, καὶ τέταρτον τὸ τῆς γεύσεως, ὕστατον δὲ πάντων [τὸ τῆς ἁφῆς]. . . (λείπει τετράδιον)