Ancient Greek
Fragment 4
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 4
Not analysed yet
ὅτι τὴν τοῦ κόσμου ψυχὴν δύο ἔχειν ἐν αὐτῷ περιόδους ὁ Πλάτων φησί· τήν τε τοῦ ταὐτοῦ καὶ τὴν τοῦ ἑτέρου. καὶ ταύτας ἔχειν φησὶ καὶ τὴν λογικὴν τοῦ ἀνθρώπου ψυχήν, μόριόν πως οὖσαν τῆς τοῦ παντὸς οὐσίας, ἑτέρας δὲ δύο ψυχὰς ὑπὸ τῶν διαπλασσόντων ἡμᾶς ἅμα τῇ διαπλάσει συγγενηθῆναι θνητάς, ὧν τὴν μὲν ἑτέραν ὀνομάζει θυμοειδῆ, τὴν δὲ ἑτέραν ἐπιθυμητικήν, οἰκίζειν δὲ τὴν μὲν ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι.