Ancient Greek
Fragment 6
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 6
Not analysed yet
ὅτι ὅπως μὲν ἡ ἀσώματος ψυχὴ τὴν πρὸς τὸ σῶμα ποινωνίαν (ἐδέξατο,) ἐκτήσατο, καὶ καθ' ὅν τινα τρόπον ἐνεδέθη, καὶ πηνίκα δὲ μάλιστα τοῦτο ἔπαθε, πότερον ἅμα τῷ κυηθῆναι τὸ κυηθὲν ἢ κατὰ τὴν πρώτην σύλληψιν ἢ κατά τινα μεταξὺ χρόνον, οὐδ' αὐτοῖς τοῖς Πλατωνικοῖς ὡμολόγηται. οὕτω δὲ μόνον ὁ Πλάτων φησί· τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον, αἱ δ' εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτε ἐκράτουν οὔτε ἐκρατοῦντο, βίᾳ δ' ἐφέροντο καὶ ἔφερον. τοῦτο δὲ οὕτως εἶπε διὰ τὴν ὑγρότητα τῆς οὐσίας, ἐξ ἧς ἐγένετο τὸ σῶμα, τὴν μὲν πρώτην σύστασιν ἐκ καταμηνίου καὶ σπέρματος ἔχον, ἀποκυηθὲν δὲ τοῖς νεωστὶ πηγνυμένοις τυροῖς παραπλήσιον. ἐπεὶ δὲ θερμότητα σύμφυτον ἀναγκαῖον ἦν ὑπάρχειν αὐτῷ, ταύτῃ δὲ εἶπε τὸ διαφορεῖσθαι τὴν μεμειγμένην οὐσίαν ὑγρὰν αὐτοῦ, διὰ τοῦτο ἀναγκαῖον ἦν, ὅπως μὴ φθαρείῃ τὸ σῶμα, προνοήσασθαι τοὺς ἐπιμειγνύντας αὐτὸ θεοὺς ἐπιρροὴν ἑτέρας οὐσίας ἀντὶ τῆς ἀπολομένης.