Ancient Greek
Fragment 7
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 7
Not analysed yet
ὅτι ἐν τῇ κυήσει μόνη ἡ ἐπιθυμητικὴ ἐναργῶς φαίνεται, ὡς ζητεῖσθαι πότερον ὡς φυτὸν ἢ ζῷον ἤδη διοικεῖται τὸ ἔμβρυον. μετὰ δὲ τὴν ἀποκύησιν θυμοῦ τι μέτεστιν αὐτῷ, λογικὸν δέ τι ἔργον οὐχ ὁρᾶται. τούτου δὲ αἰτίαν εἶναί φησιν ὁ Πλάτων τὴν ὑγρότητα τοῦ σώματος, καὶ δηλοῦσι τοῦτο τῶν μὲν ὑγιαινόντων οἱ μεθύοντες, τῶν δὲ ἀρρωστούντων οἱ τοῖς ὑγροῖς πάθεσι καταληφθέντες, ἐξ ὧν ἐστι καὶ ὁ καλούμενος λήθαργος. οὐ μόνον δὲ ἐπὶ τούτων ἐναργῶς φαίνεται ναρκώδης τε καὶ ἀργὸς ἡ λογικὴ ψυχὴ πρὸς τὰς ἰδίας ἐνεργείας, ἀλλὰ κἂν μετρίως ὑγρανθῇ, βραδύτερα μὲν νοῆσαι, καταφερομένη δὲ εἰς ὕπνον ὁρᾶται.