Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.105
Not analysed yet
θύμου: τοῦ ἀπὸ Θύμων· ἔθνος δέ ἐστι τοῦτο Θρᾳκικόν. θώρηξις: οἴνωσις, ἤτοι ἡ μέθη. Ι. Ἰδνοῦται: λοξοῦται, συνιζάνει. ἰθαγενὲς: τὸ γνήσιον, καθάπερ φησὶν ὁ σοφὸς, ἀλλά με ἶσον ἰθαγενέσιν ἐτίμα. ἵκταρ: ἐγγὺς, παρὰ γοῦν τοῖς Ἀττικοῖς· παρὰ δὲ τῷ Ἱπποκράτει ἐν δευτέρῳ τῶν γυναικείων τὸ τῆς γυναικὸς αἰδοῖον καλεῖται. ἰλλαίνειν: διαστρέφειν τοὺς ὀφθαλμούς. ἱμερωθεῖσαι: ἀνδρὶ μιγεῖσαι, ἀντὶ τοῦ τῆς ἐπιθυμίας τυχοῦσαι· ἀνδρὶ μιγεῖσαι. Ἰνδικόν: οἱ μὲν γράψαντες τὰς ὀνομασίας τῶν φαρμάκων, καθάπερ Μενεσθεύς τε καὶ Ἀνδρέας ὁ τοῦ Χρύσαρος καὶ Ξενοκράτης καὶ Διοσκουρίδης ὁ Ἀλεξανδρεὺς Ἰνδικὸν ὀνομάζουσι τὸ ζιγγίβερι, πλανηθέντες ἐκ τοῦ τινας οἴεσθαι ῥίζαν αὐτὸ τοῦ πεπέρεως ὑπάρχειν· ἀλλὰ Διοσκου-