Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.106
Not analysed yet
ρίδης ὁ Ἀναζαρβεὺς σαφῶς διώρισέ τε καὶ ἀπεφήνατο περὶ ζιγγιβέρεως καὶ πεπέρεως· ὁ τοίνυν Διοσκουρίδης ὁ νεώτερος ὁ γλωττογράφος, φυτὸν εἶναί φησιν ἐν Ἰνδίᾳ παραπλήσιον τῷ τοῦ πεπέρεως, οὗ ὁ καρπὸς ὀνομάζεται μυρτίδανον ὅτι μύρτῳ ἔοικεν. ἰνέει: κενοῖ· καὶ ἰνηθμὸς, κένωσις· καὶ ἰνεῖται, κενοῦται. ἰξάλην: τελείου αἰγὸς δέρμα. ἰξίαι: κιρσοί. ἴξιν: εὐθυωρίαν ἢ ἄφιξιν. ἰξίον: φύλλον τοῦ λευκοῦ χαμαιλέοντος. ἰξύας: τὸ μεταξὺ τῶν ἰσχίων καὶ τῆς ὀσφύος. ἴπος: ἡ πόσις ἐν μοχλικῷ. ἱππόφεως: τοῦτο οὐ μόνον ἱπποφαὲς ὀνομάζεται· ἀλλὰ καὶ κνάφον καὶ στύβον. ἰσεννύουσαι: ἰσάζουσαι, μεσήλικες οὖσαι. ἰσάλλην: διφθέραν, δέρμα. ἰσχαλέαι: ἰσχναί· καὶ ἰσχαλέον τὸ ἰσχνόν. ἰχθυήματα: λεπίσματα φλοιῶν.