Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.107
Not analysed yet
ἰχθύην: ῥίνης θαλαττίας δέρμα ξηρόν· δύναται δὲ καὶ τὸν σιδηροῦν ὄνυχα δηλοῦν, ᾧπερ εἰς τὰς ἐμβρυουλκίας καὶ ἐμβρυοτομίας χρώμεθα, διὰ τὴν πρὸς τὰς λεπίδας τῶν ἰχθύων ὁμοιότητα. Κ. Καθαπτόμενοι: αἰσθανόμενοι σφοδρῶς. καθετῆρι: τῷ στρεπτῷ μοταρίῳ ἀπὸ τοῦ καθίεσθαι, ἐν δευτέρῳ γυναικείων, μοτοῦν ὠμολίνων καθετῆρι. κακαγγελίη: κακορημοσύνη, κακολογία. κακοήθεα: κακοήθη. κακοσινώτατα: ἐπιβλαβέστατα. καλλίφυτον: ὅπερ καὶ καλλίτριχον καὶ ἀδίαντον ὀνομάζεται. καλλιωνύμου: ἰχθύος τινὸς οὕτως ὀνομαζομένου. κάμμορον: τό τε τῇ σμικρᾷ καρίδι ἐοικὸς ζῶον καὶ ἀπὸ τῆς πρὸς τοῦτο τῶν ῥιζῶν ὁμοιότητος τὸ ἀκόνιτον, ἀλλὰ οὐδέτερον αὐτῶν ἀκοῦσαι δυνατὸν ἐν τῷ περὶ τόπων τῶν