Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.108
Not analysed yet
κατὰ ἄνθρωπον, καυσομένων, παραλαμβανομένου τοῦ καμμόρου· ὅθεν καὶ Ἐρωτιανὸς οὐ μόνον αὐτὸ τὸ ζῶον κάμμορον, ἀλλὰ καὶ τὸ περικείμενον αὐτῷ βρύον, οὕτως ὀνομάζεσθαί φησι. Ζήνων δὲ ὁ Ἡροφίλειος τὸ κώνειον. Ζεῦξις δὲ φάρμακον ψυκτικόν. κανονίαι: ὀρθοὶ καὶ προσεσταλμένοι τὰς γαστέρας. καρικόν: καρικόν τι ἔδεσμα οὕτως ὀνομάζει, οὗ καὶ τὴν σκευασίαν ἐν τῷ περὶ ἑλκῶν γράφει. καρυκοειδέα: ὕφαιμα· καλοῦσι δὲ αὐτὸ ἰδίως οἱ ἰατροί. καρύκη: Λύδιον ἔδεσμα ποικίλον, ἐξ αἵματος σκευαζόμενον. καρχήσιον: τῷ ἐπ' ἄκρῳ τῷ ἱστίῳ τῷ ἔχοντι τροχηλίαν· καὶ καρχήσιοι ἐπ' αὐτοῦ κάλοι οἱ τεταμένοι. καταβλακεύουσιν: κατολιγωροῦσι. κατάβλημα: περίβλημα ἐξ ἐπιμελήσεως, ἕνεκα τοῦ σφύγγειν τὰ ὑποκείμενα. καταγυιοῖ: εἰς ἔσχατον ἀχρηστίας ἢ ἀσθενείας ἄγει. κατακορέα: καλεῖ μὲν οὕτως καὶ τὰ ἀκρατοχολῆ διαχωρήματα καὶ στήθεα κατακορέα, τὰ τοῦ τοιούτου χυμοῦ