Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.109
Not analysed yet
γεννητικά· τινὲς μέντοι τὰ λάσια ἤκουσαν. ἀλλὰ καὶ κατακορεῖς ἀνθρώπους ὁμοίως ὀνομάζει· φάρμακον μέντοι κατακορὲς ἢ διὰ τὸν κενούμενον ὑπ' αὐτοῦ χυμὸν ἢ διὰ τὴν ἰδίαν χρόαν· ὀνομάζει δὲ καὶ δίψαν που κατακορῆ, τὴν ἤτοι διὰ τὸν τοιοῦτον χυμὸν γεγονυῖαν σφοδρὰν ἢ εἰς ἄκρον ἐπιτεταμένην, ὥσπερ οὖν καὶ ἐκλύειν κατακορεῖν. κατακούρην: τοῦ ξυροῦ τὴν τομὴν, οὕτως ἄμεινον γράφειν ὁ Διοσκουρίδης φησὶ, τὴν κατὰ κορυφὴν κουριδίην τομὴν καὶ τὸ κείρειν ἐντεῦθεν· καὶ παρὰ τῷ Θεοφράστῳ ἡ κουριζομένη ἐλάτη, ἀντὶ τῆς τεμνομένης. κατακρούειν: κατασχίζειν. καταλείφειν: καταχρίειν. καταμώσας: καθεὶς ἕνεκα τοῦ ζητῆσαι· γέγονε γὰρ ἡ λέξις παρὰ τὸ ματεύειν, ὥσπερ καὶ τὸ καταματούμενος. καταναισιμοῦται: καταναλίσκεται. κατάστημα: τὸ οἷον καταστήριγμα καὶ ἀπόσκημμα, ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· καὶ καταστῆσαι τὸ ἀποσκῆψαι.