Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.110
Not analysed yet
καταφρονέοντα: τὸν ἀνετέως αἰσθανόμενον, ἐν τῷ μείζονι προῤῥητικῷ. κατάχλοα: ἄγαν χλοώδη. κατιλλόμεναι: συνδεδεμέναι. κατενόει: ἐσωφρόνει, ᾐσθάνετο. κατεπλήσσετο: ἀποπληκτώδης ἐγίνετο. κατηβολῇσι: περιοδικαῖς ἀρχαῖς παροξυσμῶν. κατήρτητο: καθειστήκει, ἐσωφρόνει. κατ' ἰητρεῖον: τὰ κατὰ τὴν χειρουργίαν. κατοπτῆρι: τῷ καλουμένῳ ἑδροδιαστολεῖ, ὥσπερ γε καὶ διόπτρα, ὁ γυναικῶν διαστολεύς. κατωμοσαδέω: ὑπακουστέον κώμης ὥσπερ κατωσωσιλέω. καυλὸς: ἡ μὲν ῥίζα τῆς πόας σίλφιον ἰδίως ὀνομάζεται, καυλὸς δὲ καὶ ὁ ὀπὸς, ὥσπερ καὶ τῶν ἄλλων· γράφει γοῦν αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἢ σίλφιον ἢ ὁ ὀπὸς ἢ καυλός. καύσωμα: τὴν πύρωσιν, ἐν τῷ πρώτῳ περὶ νούσων τῷ σμικροτέρῳ.