Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.125
Not analysed yet
Ξ. Ξηρῇ σηπεδονώδει: ἤτοι τῇ γαγγραίνῃ, ἤ τινι ταύτης γενικωτέρῳ. ξύμη: ὃ καλεῖται κνησμός. Ο. Ὄα: τὰ πρὸς τῶν πολλῶν οὖα καλούμενα. οἰναρίῳ: ἀμπέλῳ. οἰναρίδων: ἀμπέλου κλημάτων. οἴσπη αἰγός: ὁ παρὰ ταῖς θριξὶ τῆς αἰγὸς ἐγγινόμενος ἐν τῇ ἕδρᾳ ῥύπος καὶ μάλιστα ταῖς κατὰ τὴν ἕδραν συνιστάμενος ῥύπος. οἰσοφάγος: ὁ τῆς γαστρὸς στόμαχος, οἷον εἰσοφάγος τις ὤν. οἰσυπίδας: προβάτου ῥύπον, ἤγουν ἔριον ῥυπαρόν. οἰσυπίδες: προβάτου ῥύποι συνεστραμμένοι, δηλοῖ δὲ καὶ ἐρίου ῥυπαροῦ μαλίον. ὄκρις: ἐξοχὴ προμήκης.