Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.127
Not analysed yet
ὀῤῥωδέων: τῶν ἄχρι τοῦ ὄῤῥου ἐκτεινομένων. ὄῤῥος δὲ τοῦ ἱεροῦ ὀστέου τὸ πέρας, ὅπερ καὶ ὀῤῥοπύγιον καλεῖται. ὄρχεα: ὄσχεος. ὀσχίῳ: τῇ περὶ τὸ στόμα τῆς μήτρας ἑλικοειδεῖ ἐπαναστάσει· ὄσχος γὰρ καὶ μόσχος τὰ κλήματα καὶ αἱ ἕλικες· τὸ δὲ αὐτὸ καὶ ἀμφίδεον ὀνομάζει καὶ λέγνα. ὀτίδος: τοῦ ὀρνέου, ὃ Ἀριστοτέλης ὠτίδα διὰ τοῦ ω καλεῖ, Ξενοφῶν δὲ ἐν τῷ πρώτῳ Κύρου ἀναβάσεως ὀτίδα διὰ τοῦ ο γράφει. Π. Παλίνοπτα: τὰ ἀπὸ τοῦ ἡλίου ἀπεστραμμένα. παλῦναι: ἐπιπάσαι. παράλαμψις: ἡ ἐν τῷ μέλανι τῶν ὀφθαλμῶν ἐπιλάμπουσα οὐλὴ διὰ τὸ ἡσυχῆ παχυτέραν εἶναι τῆς αἰγίδος. παράλιον: εἶδος τιθυμάλου, καλεῖται δὲ καί τι κράμβιον παράλιον.