Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.71
Not analysed yet
μύρον, οὐκ ἔλαιον προσαγορεύεται· τὸ δ' αὐτὸ καὶ κρινόμυρον καὶ σούσινον μύρον ὠνόμασται. Αἰγύπτιον μύρον: τὸ μύρον διὰ τοῦ ἄνθους τῆς ἀκάνθης Αἰγυπτίας, ὅπερ καὶ μετώπιον ὠνόμασται. Αἰγυπτίην στυπτηρίαν: ἣν δὴ καὶ σχιστὴν καὶ τρισχιστὴν ὀνομάζομεν. αἰεί: σημαίνει ποτὲ παρὰ τῷ Ἱπποκράτει καὶ τὸ ἕως καὶ παρὰ πολλοῖς τῶν παλαιῶν. αἰθάλη: ὅπερ καὶ λιγνύς. Αἰθιοπικόν: ὑπακουστέον τὸ κύμινον. αἰθόλικες: οἱ ἐπιπολῆς τοῦ δέρματος κύκλοι, ὅμοιοι τοῖς ἀπὸ πυρὸς συνισταμένοις ἐρυθροῖς κύκλοις, ἀπὸ τοῦ αἴθειν ὠνομασμένοι· καὶ αἰθολικώδεα δηλονότι τὰ τούτοις ὅμοια, ἃ οἱ πολλοὶ προσαγορεύουσιν αἱμάλωπας. αἱματοφλοιβοιστάσιες: οὕτως μὲν οἱ περὶ τὸν Διοσκουρίδην γράφουσι, τὰς ἐπισχέσεις τοῦ ὑπεροιδοῦντος αἵματος ἡγούμενοι δηλοῦσθαι· ὅτι καὶ ἀλλαχοῦ φησιν, ἐν τῇσι