Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.72
Not analysed yet
φλεξούσῃσι, αἱμοῤῥαγίῃσι σχῆμα εὑρετόν· οἱ πλείους μέντοι γράφουσιν αἱματοφλεβοιστάσιες, δηλοῦσθαι νομίζουσιν ἐκ τοῦ ὀνόματος τὰς πλήρεις αἵματος κεκυρτωμένας φλέβας. αἱμοκέρχνα: ἐπὶ αἵματος ἐκχύσει κέρχνον ἐμποιοῦντα, τοῦτο δέ ἐστι δῆξίς τις ὑποτραχὺς ἐρεθίζουσα κατὰ τὴν τραχεῖαν ἀρτηρίαν. Αἰνειάτης: ὁ ἀπὸ Αἰνείου τῆς ἐν Θράκῃ πόλεως· τὸν δὲ αὐτὸν καὶ Αἰνειοτικὸν ἔστιν ὅτε καλεῖ. αἰολᾶσθαι: τὸ οἷον πλάζεσθαι καὶ πλανᾶσθαι. αἰών: ὁ βίος. ἀκαλήφη: ἥπερ καὶ κνίδη. ἀκεστά: τὰ ἰατὰ, καὶ γὰρ ἄκη τὰ ἰάματα. ἀκήρατος: ἀδιάφθορος. ἀκίς: οὕτως ὀνομάζεται τὸ σίδηρον τοῦ βέλους. ἀκόνην ἐν τοῖς προσκειμένοις τῷ περὶ διαίτης, οὕτως ὠνόμασε τὴν θυῖαν· ὡσαύτως δὲ αὐτῷ καὶ ὁ Θεόφραστος ἐν τῷ περὶ φυτῶν ὀγδόῳ.