Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.73
Not analysed yet
ἄκουσα: πεπληρωμένη. ἀκράλεα: ἄκρεα. ἀκρέσπερον: ἄκρας ἑσπέρας, τουτέστι πρώτης καὶ ἀρχομένης. ἄκρητον: τὸ ἄκρατον· οὕτως γὰρ ὀνομάζεται πᾶν τὸ ἀμιγὲς ἑτέρου καὶ τὴν αὐτοῦ φύσιν διασωζόμενον εἰλικρινῆ. ἀκρητοχόλους: τοὺς ἄκρατον ἀθροίζοντας χολήν. ἀκρητόχολον: οὕτως ὀνομάζει, ὅνπερ καὶ ἀκρόχολον. ἄκριτον πάγος: τὸ οἷον ἀδιάκριτον· εἴρηται δὲ ἐν τῷ περὶ ἑβδομάδος ἐπὶ τοῦ μετὰ τὸν κόσμον ἤτοι ἀπείρου ἢ οἷον ἀδιατυπωτοῦ κενοῦ. ἀκρόπλοα: τὰ ἐπιπολαίως, οἷον ἐπ' ἄκρου ἐμπλέοντα· οὕτως δὲ καὶ οἱ ἀκρόπλοοι. ἀκροαπίς: γλῶσσα οὕτως εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν ἐπιδημιῶν, ἡ οἷον ἄκρα ἑαυτῆς μὴ διατυποῦσα, τουτέστιν ἡ ἀδιάρθρωτος ὑπὸ δυσκινησίας. ἀκροσαπές: τὸ ἐπιπολῆς μεταβεβληκός.