Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.74
Not analysed yet
ἀκρόψιλον: τὸ ἐπὶ τοῦ ἄκρου ψιλὸν, τουτέστι γυμνόν. ἀλαΐα φθίσις: οὕτως ὠνόμασται ἐν τῷ περὶ τόπων τῶν κατὰ ἄνθρωπον ἡ οἷον τυφλὴ καὶ ἀόρατος. Ἀλάπτης: ὁ ἐξ Ἀλάπτων· χωρίον δέ ἐστι τῆς Θράκης τὰ Ἀλαπτά. ἀλάστορες: αὐτοί τε οἱ ἄνθρωποι οἱ τὰ ἄληστα ἐργασάμενοι, παρὰ τὸ τὰ τοιαῦτα ἁμαρτάνειν ἐφ' οἷς ἐστιν ἀλαστῆσαι καὶ στενάξαι καὶ οἱ τιμωροὶ αὐτῶν δαίμονες. ἀλγήματα: πολλάκις καὶ κατ' αὐτοῦ τοῦ νοσήματος ἐπιφέρει τοὔνομα· καὶ τὸ ἀλγεῖν ὁμοίως ἀντὶ τοῦ νοσεῖν τι καὶ πάσχειν καὶ τὰ ἄλλα τὰ ἀπ' αὐτοῦ. ἀλεάζειν: θερμαίνειν. ἄλιον ὕδωρ: τὸ ἠθροισμένον ἐξ ὄμβρου ἀθρόου. ἀλέϊον: ἠθροισμένον, ἀθρόον. ἀλεξητήρια: βοηθήματα· καὶ γὰρ τὸ ἀλέξασθαι βοηθεῖν ἐστιν. ἀλέουσιν: ἀθροίζουσιν. ἄλειφα: ἔλαιον ἢ στέαρ.