Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.75
Not analysed yet
ἀλέως: ἀθρόως. ἀλεότητα: ἄθροισιν. ἀληθέωσι: πλανῶσιν· εἴρηται δὲ καὶ περὶ τὴν ἄλην. ἀλθεῖν: ὑγιάζειν. ἄλθεξις: ἡ ἴασις. ἀλθίσκειν: ὑγιάζειν. ἄλκαρ: βοήθημα. ἀλλογνοῶν: ὁ παραφρονῶν, ὁ οἷον ἄλλα γινώσκων παρὰ τὰ ὄντα· οὕτω δὲ καὶ τὸ ἀλλοφρονήσας εἴρηται πρὸς αὐτοῦ. ἀλλοιοτροπεῖται: τρέπεται ποικίλως. ἀλλόκοτον: ἀσαφὲς καὶ ἄγνωστον. ἀλλοφάσσοντες: παραπαίοντες, παραφρονοῦντες. ἀλαοί: τυφλοὶ, ὅτι καὶ ἀλαὸς ὁ τυφλός. ἁλυκόν: ἁλμυρόν. ἀλύζει: ἀπορεῖ, ῥιπτάζεται· οὕτως δὲ καὶ τὸ ἀλύξει ἐπὶ τοῦ μέλλοντος εἴρηται. ἀλυσμόν: ὅπερ καὶ ἄλυσίν τινα καὶ ἀπορίαν, ὃ δὴ καὶ ῥιπτασμὸν καλοῦσι, καὶ ἡ ἀλυχὴ δὲ ταὐτὸν τοῦτο.