Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.76
Not analysed yet
ἄλφιτα: οὐ μόνον τὰ ἀπὸ τῶν κριθῶν οὕτως καλεῖται· ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων ἄλφιτα πύρινα εἴρηται· ἐν δὲ τῷ περὶ νούσων δευτέρῳ τῷ μείζονι καὶ φακῶν καὶ ὀρόβων πεφρυγμένων· ἄλφιτα τοίνυν παντὸς ἀληλεσμένου καρποῦ τὸ σύμμετρον τῷ μεγέθει θραῦμα ὀνομάζεται. τὰ μὲν γὰρ μείζω κρίμνα, τὰ δὲ ἐλάττω ἄλευρα. ἄλφιτα προκώνια: τὰ πρὸ τῆς τοῦ κώνου στάσεως, τουτέστι τὰ ἐκ τῶν νέων ἔτι καὶ ἁπαλῶν κριθῶν· κῶνος γάρ τις ἐν ταῖς ἁλῶσιν ἔτι καὶ νῦν ἵσταται καὶ μάλιστα ἐν ταῖς ἐπόμβροις χώραις ξύλον ὀρθὸν, ἐφ' ᾧ συντίθενται οἱ καρποὶ κωνοειδῶς. ἀμαλδύνεται: αὐτῷ σύνηθες τὸ οἷον ἀφανίζεται καὶ τὸ οἷον ἀμαυροῦται· καθάπερ ἐν τῷ δευτέρῳ τῶν γυναικείων ὄμματα ἀμαλδύνεται. ἁμαλῶς: τό τε ἁπαλῶς, ὅπερ ἴσον δύναται τῷ μετρίως, ὡς ἐν τῷ περὶ ἐμπύων· τοῦτο δὲ ἁμαλῶς ἐπαλέουσι, καὶ τὸ