Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.77
Not analysed yet
ῥᾳδίως, ὥσπερ ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ἁμαλῶς ὁρᾷ· καὶ ἐν τῷ δευτέρῳ μείζονι καὶ τὰ σιτία οὐχ ἁμαλῶς προσίεται. ἀμαμηλίδας: εἶδός τι μεσπίλου πλεῖστον ἐν Ἰταλίᾳ γινόμενον, ὡς καὶ Διοσκουρίδης λέγει· τινὲς δὲ τὰς ἐπιμηλίδας φασὶν εἶναι μῆλα σμικρὰ ἄγρια. ἄμβη: ὀφρυώδης ἐπανάστασις. ἀμβλυωσμός: ἤτοι ἔκτρωσις παρὰ τὸ ἀμβλύσκειν· ἀλλὰ καὶ ἀμβλυωπία, ὡς ἐν τῷ μείζονι προῤῥητικῷ. ἀμβλυωπότερα: τὰ ἀμβλύτερον ὁρώμενα, τουτέστιν ἀμυδρότερον. ἀμείρων: ἀφαιρῶν καὶ λαμβάνων. ἀμενηνόν: ἀσθενές. ἄμη: κατά τινα τρόπον, ἔκ τινος μέρους, μετρίως. ἀμήνας: ἐκπιάξας, ἀμύξας. ἀμοίη: οὕτως ἐν τῷ κατ' ἰητρεῖον Διοσκουρίδης γράφει, ἀμοίη ὅτι πιέξει παραλλάξαν ἐκκλίνει ἐς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσεται· οἱ δὲ ἄλλοι