Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.465
Not analysed yet
πάντως <γε> σῶμα, καθάπερ οὐ δίχα χρόνου, δῆλον ὡς οὐδὲ δίχα τόπου καὶ τούτου δήπου τριχῇ διαστατοῦ, ἵνα δέξηται τὸ τριχῇ διαστατὸν εἰς ἑαυτόν. μαρτύριον τούτων τῶν αἰσθητῶν σωμάτων ἕκαστον· πηχυαῖον γάρ τι φέρε τῷ μήκει, σπιθαμιαῖον δὲ τῷ πλάτει καὶ τῷ βάθει τετραδάκτυλον σῶμα ἀναλόγου δεῖται τόπου τοῦ χωρήσοντος αὐτό. τοῦθ' ἡμῖν ἔστω διάταγμα καὶ περὶ τοῦ λόγῳ θεωρητοῦ παντὸς σώματος. τοιαύτης δὲ οὔσης τῆς τοῦ σώματος νοήσεως καὶ τοῦ κατ' αὐτὴν ὁριστικοῦ λόγου, πᾶς ὁμολογήσει δῆλον ὡς οὐκ ὢν δύσερις μὴ τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον καὶ <τὰς ποιότητας δι' ὧν δηλοῦταί τε καὶ> νοεῖται· ὥς<τ'> οὐχὶ τούτων ἑκάστη (λέγω δὲ τῶν τριῶν διαστάσεων) τὴν ἴσην ἔχει φύσιν οὐδὲ τὸν αὐτὸν ἐπιδέχεται λόγον οὔθ' ὅλον ἔστι λέγειν σῶμα τοῦ σώματος τὸ μῆκος (πλὴν εἰ ἄρα κατὰ συμπλοκήν), συμβεβηκὸς δὲ τῷ σώματι. ὅ θ' ὅμοιος ἐπὶ τοῦ πλάτους καὶ βάθους καὶ βάρους καὶ τοῦ σχήματος λόγος καὶ τῶν λοιπῶν ἁπαξαπλῶς ποιοτήτων τε καὶ συμβεβηκότων. ἀλλ' ἀπατᾷ τινας τὸ μὴ δίχα σώματος |