Ancient Greek
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.466
Not analysed yet
ταῦτ' εἶναι μηδὲ νοεῖσθαι. ὅπερ εἰ σκοποίημεν, ὥρα μίαν πάντα ποιεῖν ὕλην καὶ μηδὲν ἕτερον εἶναι λέγειν, ἀλλ' ἓν μόνον τὸ σῶμα. εἰ δὲ τοῦτ' ἄτοπον· ἀναρίθμητοι γάρ εἰσιν οὐσιῶν τε κατ' ἰδιότητα φύσεις καὶ ποιοτήτων καὶ συμβεβηκότων διαφόρων τε καὶ ποικίλων καὶ ἐναντίων· μηδ' οὖν ἕτερον ἑτέρῳ τούτων ταὐτὸν λέγωμεν, ἔνθα τίς ἐστιν ἡμῖν λόγος περὶ διαφορᾶς. εἴ τε καὶ τὸ συμβεβηκὸς τῷ σώματι σχῆμα φήσομεν σῶμα, σῶμα σώματι συμβεβηκέναι δῆλον ὡς ἐροῦμεν, ὅπερ ἄτοπον· τί γὰρ μᾶλλον αὐτῶν οὐσίαν, τί δὲ συμβεβηκὸς φήσομεν; εἴ τε μίαν ἔχομεν νόησιν τοῦ σώματος ὡς σώματος, ὁ τὸ σχῆμα σῶμα λέγων ἢ κενὸν νοήματος ὄνομα προφέρεται <τὸ> τοῦ συμβεβηκότος ἢ συνωνύμως ὀνομάζει τῷ σώματι. εἰ δ' ἐστὶν ἄτοπον ἑκάτερον (καὶ γὰρ σημαίνει τι καὶ διὰ τοῦτό ἐστιν ὄνομα καὶ δηλοῖ τι νόημα τοῦ σώματος ἕτερον, εἰ καὶ μὴ χωριστικῶς), οὐκ ἔστι σῶμα τὸ σχῆμα. ὁ δ' ὅμοιος ἐπὶ τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν πρὸς ἀκοήν, φωνῶν λόγων