Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.467
Not analysed yet
συριγμῶν |μυγμῶν ποππυσμῶν στεναγμῶν ῥωχμῶν ῥογχασμῶν βόμβων ἤχων ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ τὸ Μενάνδρειον „ταῦτά σ' ἀπολώλεκεν, ὦ πονηρέ,“ τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. ὅπερ ὁμολογῶ καὶ αὐτός, οὔ φημι δὲ δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ. οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ' αὐτῷ τὸ νόσημα, οὔτε Χρύσιππος, ἔτι δ' Ἐπίκουρος στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν, ἀλλὰ διαφέρει καὶ τῇ φύσει καὶ τῇ νοήσει καὶ τῷ δηλοῦντι λόγῳ, τί ποτ' ἐστὶ τούτων ἑκάτερον. ὅτι δ' ἐστὶν ἀλλήλων τε καὶ τοῦ σώματος ἕτερα τὰ σχήματα (ἀνύσω γὰρ ἐπὶ τούτων νῦν τὸν λόγον), μάρτυρες γεωμέτραι ἕτερον κύκλου τε καὶ τῶν ἄλλων σχημάτων ὅρον ἀποδιδόντες καὶ ἕτερον τοῦ σώματος. ὧν <δ'> οἱ λόγοι τε τυγχάνουσιν ὄντες ἕτεροι καὶ τὰ σημαινόμενα καὶ πολὺ πρότερον αἱ νοήσεις, ταῦτα πάντα πῶς ἂν ἓν εἶναι λέγοι τις σωφρονῶν;