Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.479
Not analysed yet
τητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα· εἰ δὲ ἀνουσίους ταύτας τὰς τῶν συμβεβηκότων φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφ' ἡμῶν κρατύνεται, τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας. εἰ δὲ μεταποιήσας αὑτὸν ὁ Ζεὺς ἰσαρίθμως οἷς ἔφην συμβεβηκόσι τροπὰς ἴσχει ποιοτήτων μυρίας, χείρων ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· ὁ μὲν γὰρ εἰς ὀλίγας φύσεις ἑαυτὸν μετεποίει καὶ μετεμόρφου καὶ ταύτας οὐκ ἀπρεπεῖς· ἤτοι μὲν πρώτιστα λέων γένετ' ἠϋγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· γίγνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· ὁ δὲ οὐκ ἔστιν ὅ,τι μὴ καὶ τῶν αἰσχίστων γίγνεται· διὰ μὲν ἀνδρὸς ἄφρονος ἄφρων ἐστὶ δηλαδή, διὰ δὲ αἰσχροῦ γνώμης αἰσχροποιός, διὰ δὲ ζῴων ἀλόγων ἀποθηριούμενος, διὰ δὲ λίθων καὶ ξύλων ἄψυχος γενόμενος, διὰ δὲ κο|