Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.480
Not analysed yet
πρίου βδελυρὰ φύσις, ἔτι δ' ἀχρεῖον. εἰ δ' αὑτὸν μὲν οὐ μεταποιῶν τὴν ὕλην μεταπλάττει καὶ σχηματίζει καὶ ποιοῖ, ζητῶ, πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν· οὐ μᾶλλον ἢ πλάστης ποτ' ἀνδριάντα ποιήσειε χρυσοῦν ἐκ μολύβδου. Κἀκεῖνα εἰπεῖν τοῖς φιλονείκοις ἀνδράσιν οὐκ ἄτοπον· καὶ γάρ τοι κίνησις εἰ προσγίγνεται τοῖς σώμασι καὶ πάλιν ἀπογίγνεται, σῶμα δ' εἶναί φασιν αὐτήν, ὥρα λέγειν προσιόντων τινῶν ἡμῖν σωμάτων κινεῖσθαι καὶ πάλιν ἀπιόντων ἠρεμεῖν. εἴ <τε καὶ> τὰ πάθη προσγίγνεται καὶ πάλιν ἀπογίγνεται καί φασι καὶ ταῦθ' ὑπάρχειν σώματα, πῶς οὐ γελοῖον καὶ τὸ κνῆσμα λέγειν σῶμα καὶ μὴ μόνον τὸ κνῆσαν ἀλλὰ καὶ τὸ κνησόμενον; ἀλλ' ἐπεὶ δίχα σώματος τοῦ τε δρῶντος καὶ τοῦ πάσχοντος οὐδὲν πάθος γίγνεται, τοῦτ' αὐτοὺς ἠπάτησε πρὸς τὸ καὶ τὰ πάθη καλεῖν σώματα. ἀλλ' εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδ' ἂν αὐτὸς ἐχαλέπαινον αὐτοῖς· οἶδα γὰρ οὕτω καὶ ἄμπελον λεγομένην λευκὴν κατὰ τὴν ἐπὶ τοὺς γιγνομένους ἀπ' αὐτῆς λευκοὺς βότρυας ἀναφοράν, καὶ χρόνον κακὸν διὰ τὰς |