Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.481
Not analysed yet
ἐν αὐτῷ γενομένας συμφοράς, καὶ νύκτα ἀβοήθητον, ἐν ᾗ τις ἐπικουρίας οὐκ ἔτυχεν· εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν. ἐσχηματισμένον γοῦν σῶμα λέγομεν καὶ πεπονθὸς καὶ κινούμενον, οὐ τὸ σχῆμα σῶμα καὶ τὸ πάθος καὶ τὴν κίνησιν, οὐδὲ τὴν πυγμὴν σῶμα, ἀλλὰ χεῖρά πως ἐσχηματισμένην. Τί δὲ ποιήσουσι πρὸς τοὺς οὐδὲ ποιεῖν φάσκοντας τὰ σώματα, μόνα δὲ τὰ ἀσώματα; τί δὲ πρὸς Ἀριστοτέλην, ὃς καὶ αὐτὸς γενικὴν τῶν ὄντων διαίρεσιν ποιούμενος τὰ μὲν εἶναί φησιν οὐσίας, τὰ δὲ συμβεβηκότα; τί δὲ καὶ αὐτοὶ βουλόμενοι λέγουσιν οὐσίας τε καὶ συμβεβηκότα, εἰ καὶ αὐτά φασι σώματα, καὶ ταῦτα μήθ' ὡς τὰ μέρη τοῦ σώματος ὀνομάζοντες σώματα, καθάπερ χεῖρα καὶ δάκτυλον, μήθ' ὡς ἡ μνᾶ ἐν τῷ ταλάντῳ; εἴ τε τὸ σχῆμα τοῦ ἀνθρώπου σῶμά φασιν, ὥρα καὶ τὴν ζῳότητα σῶμα λέγειν καὶ τὸ γενητὸν εἶναι καὶ φθαρτὸν καὶ τὴν λογικότητα καὶ φρονιμότητα καὶ τὴν Ἀθηναιότητα καὶ τὸ φιλοσοφεῖν καὶ Σωφρονίσκου παῖδα εἶναι καὶ τὸ σι|