Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.482
Not analysed yet
μὸν καὶ τὸ φαλακρὸν καὶ προγάστορα καὶ τοῖς ἄλλοις συμβεβηκόσιν ἰσαρίθμους λέγειν σωματότητας <καὶ> ὑπὲρ τὸν Βριάρεώ τε καὶ Τύφωνα λέγειν αὐτὸν πολυπλοκώτερον καὶ πολυσωματώτερον εἶναι ζῷον. ἥ τε ζῳότης εἰ σῶμά ἐστι, πῶς πᾶσι τοῖς ζῴοις συμβέβηκεν; πῶς δὲ τὸ εἶναι; πῶς δὲ τὸ ἐν τόπῳ εἶναι; καὶ εἰ καθάπερ ἴδιον ἐπέχει τόπον πᾶν ὀφθαλμοφανὲς σῶμα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον, ἄτοπον. οὔτε γὰρ ἔσται τούτων ἐπιμιξία οὔτε μία τις <ἐξ> αὐτῶν ἀποτελεσθήσεται φύσις. ἄπορον δὲ, καθάπερ ἔφην, καὶ τὸ ἕνα τόπον ἐπέχειν ἅπαντα φάναι· συγχυθέντα γὰρ εἰς μισγάγκειαν τὴν ἑτερότητα οὐ φυλάξει οὐδὲ τὴν ἑαυτοῦ φύσιν ἕκαστον, καθάπερ ἐπὶ τῶν μεμιγμένων φαρμάκων ἔφην γίγνεσθαι. πότερόν <τε> ὅλον, φημί, τὸ σῶμα τῆς ζῳότητος ἑκάστῳ τῶν τοσούτων συμβεβηκότων συμβέβηκεν ἢ καταδιαιρούμενον ἰσαρίθμως; ἑκάτερον γὰρ ἄτοπον, ὡς ὁ προηνυσμένος λόγος ἔδειξε. τί δὲ δεῖται, φημί, σωματότητος ἕκαστον αὐτῶν, εἰ φθάνει καὶ αὐτὸ σῶμα ὄν; ‖