Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ἀδένων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-108
Not analysed yet
Τοϲοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐϲία τῆϲ κατὰ τὴν γλῶτταν, ὅϲον ἐκείνη τῶν ϲαρκῶν. οὐ μὴν ἴϲον γε πάντεϲ ἀκριβῶϲ ἀφεϲτήκαϲιν, ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντεϲ αὐτῆϲ ὅμοιοί πώϲ εἰϲι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ὅταν γε μήπω μεϲτοὶ γάλακτοϲ ὦϲιν. οὐ γὰρ διὰ παντὸϲ ἐργάζονται τὸ ϲφέτερον ἔργον οἱ κατὰ τοὺϲ τιτθοὺϲ ἀδένεϲ ὥϲπερ οἵ τ’ ἄλλοι ϲχεδὸν ἅπαντεϲ οἵ τε τῆϲ γλώττηϲ· οἱ μὲν γὰρ ταύτηϲ εἰϲ ϲιάλου γένεϲιν ὑπὸ τῆϲ φύϲεωϲ παρεϲκευάϲθηϲαν, οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ ἀραιοὶ μὲν γίγνονται καὶ χαῦνοι καὶ γάλακτοϲ πλήρειϲ ἐπὶ ταῖϲ κυήϲεϲιν, ἐν ᾧ δ’ οὐκ ἔχουϲι χρόνῳ γάλα, ϲυϲτέλλονταί τε καὶ πυκνοῦνται διαφέροντεϲ ἀλλήλων τοιαύτην τινὰ διαφοράν, ὁποίαν οἱ διάβροχοι ϲπόγγοι τῶν ἐϲκελετευμένων· οὕτω γὰρ ὀνομάζουϲιν ὧν ἂν ἐκθλίψαντεϲ ἅπαϲαν τὴν ὑγρότητα ϲφίγξωϲί τε καὶ ϲυναγάγωϲιν ὅλον τὸ ϲῶμα δεϲμοὺϲ περιβάλλοντεϲ.