Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῆϲ ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ γλώττηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-47
Not analysed yet
τὸ μὲν γὰρ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῇ γλώττῃ καὶ |πρὸϲ τὰϲ ἄλλαϲ ϲάρκαϲ ἐϲτί· καὶ γὰρ κἀκεῖναι ϲὺν τουτοιϲ ἐϲθίονται, πλὴν ὅτι μείζω τε καὶ πλείω τοῦ κατὰ τὴν ἀναλογίαν μεγέθουϲ ὑπάρχει τῷ μορίῳ τῷδε τὰ τρία γένη τῶν ἀγγείων. ἥτιϲ δὲ δύναμίϲ ἐϲτι τῆϲ ἐκ τῶν ἀδενωδῶν ϲωμάτων τροφῆϲ, ἐφεξῆϲ ἄκουε