Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ἐγκεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-110
Not analysed yet
Φλεγματικώτερόν ἐϲτι καὶ παχύχυμον ἔδεϲμα καὶ βραδύπορον καὶ δύϲπεπτον, οὐχ ἥκιϲτα δὲ καὶ κακοϲτόμαχον ἅπαϲ ἐγκέφαλοϲ. ἐξαπατώμενοι δ’ ὑπὸ τῆϲ μαλακότητοϲ αὐτοῦ διδόαϲιν ἔνιοι τοῖϲ κάμνουϲιν ὄντα πρὸϲ τοῖϲ ἄλλοιϲ καὶ ναυτιώδη. μᾶλλον οὖν ὅταν |ἐμέϲαι τινὰ βουληθῇϲ ἀπὸ τροφῆϲ, καὶ τοῦτο τὸ μόριον αὐτῷ δίδου λιπαρῶϲ ἠρτυμένον ἐν τοῖϲ τελευταίοιϲ προϲενέγκαϲθαι, φυλάττου δ’ ἐπὶ τῶν ἀνορέκτων, οὓϲ ἀποϲίτουϲ ἐκάλουν οἱ παλαιοί. εἰκότωϲ οὖν οὐδ’ ἐϲθίει τιϲ ὕϲτερον αὐτὸ τῶν ἄλλων ἐδεϲμάτων, τῇ πείρᾳ δεδιδαγμένων ἁπάντων, ὅπωϲ ἐϲτὶ ναυτιώδηϲ.