Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ἐγκεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-71
Not analysed yet
εὐλόγωϲ δὲ καὶ ϲὺν ὀριγάνῳ πολλοὶ προϲφέρονται, καθάπερ ἔνιοι μετὰ τῶν ποικίλωϲ ἠρτυμένων ἁλῶν. ἅτε γὰρ παχύχυμοϲ ὢν καὶ περιττωματικὸϲ ἀμείνων γίγνεται τὰ πάντα μετὰ τῶν τεμνόντων καὶ θερμαινόντων ϲκευαϲθείϲ. εἰ μέντοι καλῶϲ πεφθείη, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι.