Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τοῦ ἐν τοῖϲ ὀϲτοῖϲ μυελοῦ.
Galen, De alimentorum facultatibus libri iii 1-111
Not analysed yet
Γλυκύτερόϲ τε καὶ ἡδίων ἐϲτὶ καὶ λιπαρώτεροϲ ὁ ἐν τοῖϲ ὀϲτοῖϲ εὑριϲκόμενοϲ μυελὸϲ τοῦ ἐγκεφάλου· ὥϲτ’, εἴ τιϲ ἐκ παραβολῆϲ αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐϲτηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔϲτι δὲ καὶ ναυτιῶδεϲ ἔδεϲμα πλείων προϲενεχθεὶϲ ὁ μυελὸϲ ὥϲπερ καὶ ὁ ἐγκέφαλοϲ. εἴ γε μὴν καλῶϲ πεφθείη, τρόφιμόϲ ἐϲτι καὶ αὐτόϲ. |