Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ πιμελῆϲ καὶ ϲτέατοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-113
Not analysed yet
Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δ’ ἀλλήλων ὑγρότητί τε καὶ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμ’ ἐϲτὶ παραπλήϲιον ἐλαίῳ διὰ μακρὰν παλαιότητα πεπαχυϲμένῳ· τὸ ϲτέαρ δὲ |ξηρότερόν ἐϲτι πολλῷ πιμελῆϲ καὶ διὰ τοῦτο, κἂν θερμήναϲ αὐτὸ χέῃϲ, ϲυνίϲταταί τε καὶ πήγνυται ῥᾳδίωϲ. ὀλιγότροφα δ’ ἄμφω καὶ μᾶλλον ἡδύϲματ’ ἐϲτὶ τῶν τρεφουϲῶν ἡμᾶϲ ϲαρκῶν ἢ αὐτὰ τροφαί.