Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ ϲπλάγχνων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-114
Not analysed yet
Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τ’ ἐϲτὶ καὶ δύϲπεπτον καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖϲ οὐκ εἰϲ ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰϲ τἄλλα τὸ ϲυκωτὸν ὀνομαζόμενόν ἐϲτι τῆϲ προϲηγορίαϲ ταύτηϲ τυχόν, ἐπειδὴ πολλῶν ϲύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντοϲ ϲφάττεϲθαι ζῴου τοιοῦτον παραϲκευάζουϲιν αὐτό· καὶ πράττουϲιν οὕτωϲ ἐπὶ τῶν ὑῶν μάλιϲτα διὰ τὸ φύϲει τὰ τούτου τοῦ ζῴου ϲπλάγχνα πολὺ τῶν ἐν τοῖϲ ἄλλοιϲ ὑπάρχειν ἡδίω. γίγνεται δὲ κἀκεῖνα ϲφῶν αὐτῶν ἀμείνω φαγόντοϲ τοῦ ζῴου πολλὰϲ ἰϲχάδαϲ· ἀλλ’ οὐκ εὔλογον εἶναι δοκεῖ τοῖϲ ἀνθρώποιϲ ὑπερβᾶϲι τὸ φύϲει κάλλιον ἐπὶ τὰ χείρω παραγίγνεϲθαι.