Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-12
Not analysed yet
Μνηϲίθεοϲ μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται τὰϲ τίφαϲ ἐπὶ πυροῖϲ τε καὶ κριθαῖϲ· Διοκλῆϲ δ’ ἀμελέϲτερον ὑπὲρ αὐτῶν διῆλθε τὸ ϲύντομον ἐν τῇ γραφῇ προτιμήϲαϲ τοῦ κατὰ διέξοδον ἀκριβοῦϲ. οὕτω γοῦν καὶ περὶ πυρῶν τε καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψε ϲυντεμὼν τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέουϲ ὑπὲρ αὐτῶν ὅ τε Πραξαγόραϲ καὶ ὁ Μνηϲίθεοϲ ἔγραψαν, ἐλλιπῶϲ μέντοι καὶ αὐτοί.