Ancient Greek · ~2 min
2 to 3
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-11-3
Not analysed yet
Φυλότιμοϲ δὲ περί τινων μὲν μακρῶϲ πάνυ, περί τινων δ’ ἐλλιπῶϲ, ἐνίων δ’ οὐδ’ ὅλωϲ ἐμνημόνευϲεν, ὥϲπερ οὐδὲ τῆϲ ζειᾶϲ. εὔδηλον δ’ ὅτι μηδὲ Πραξαγόραϲ ὁ διδάϲκαλοϲ αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνοϲ εἶπεν ὁ Φυλότιμοϲ, ἐξεργάζεται δὲ καὶ προϲτίθηϲι πολλά. θαυμάϲαι δ’ ἔϲτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτ’ ἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δ’ ἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.