Ancient Greek · ~2 min
1 to 2
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-121-2
Not analysed yet
Ὄρνιθαϲ ὀνομαζόντων τῶν παλαιῶν ἅπαντα τὰ πτηνὰ καὶ δίποδα ζῷα τοῖϲ νῦν Ἕλληϲιν ἔθοϲ ἤδη γέγονε τὰϲ ὑπ’ ἐκείνων ἀλεκτορίδαϲ καλουμέναϲ μόναϲ οὕτω προϲαγορεύειν, ὥϲπερ γε καὶ τοὺϲ ἄρρεναϲ ἐν αὐταῖϲ ἀλεκτρυόναϲ. ἔϲτι δὲ τὸ γένοϲ ἀπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιϲτα τῷ τῶν ὑῶν, ὧν τῆϲ ϲαρκὸϲ οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοιϲ εὑρεῖν. εὐπεπτοτέρα γε μὴν ἡ ϲάρξ ἐϲτι τῶν πτηνῶν ζώων, καὶ μάλιϲτα πέρδικοϲ ἀτταγῆνόϲ τε καὶ περιϲτερᾶϲ ἀλεκτορίδοϲ τε καὶ ἀλεκτρυόνοϲ.