Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-52
Not analysed yet
ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν ϲτρουθῶν, ἐν οἷϲ εἰϲι καὶ οἱ πυργῖται καλούμενοι, ϲκληροτέρα τούτων ἐϲτί, καὶ μᾶλλον ἔτι καὶ τούτων αὐτῶν ἥ τε τῆϲ τρυγόνοϲ καὶ ἡ τῆϲ φάττηϲ καὶ ἡ τῆϲ νήττηϲ. ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐϲτὶν ἡ τῶν φαϲιανῶν εἰϲ πέψιν |καὶ τροφὴν ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέρα δὲ καὶ δυϲπεπτοτέρα καὶ ἰνωδεϲτέρα τούτων ἡ τοῦ ταῶνοϲ.