Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ χηνῶν καὶ ϲτρουθοκαμήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-122
Not analysed yet
Τὸ μὲν τῶν χηνῶν ὄνομα ϲύνηθέϲ ἐϲτι καὶ τοῖϲ παλαιοῖϲ, τὸ δὲ τῶν ϲτρουθοκαμήλων ἄηθεϲ· ὀνομάζουϲι γὰρ αὐτὰϲ μεγάλαϲ ϲτρουθούϲ. ἤκουϲα δέ ποτε ϲοφιϲτοῦ τῶν εἰϲ τὰ τοιαῦτα προβλήματα λεγόντων, ἔτι μειράκιον ὤν, ἐπιχειροῦντοϲ εἰϲ ἑκάτερα καὶ δεικνύντοϲ ἐνίοτε μὲν ὄρνιθαϲ, ἐνίοτε δ’ οὐκ ὄρνιθαϲ εἶναι ταῦτα τὰ ζῷα. βέλτιον δὲ μὴ τοῦτο ζητεῖν, ἀλλ’ ὁποίαν ἔχει δύναμιν ἡ ἐξ αὐτῶν τροφή. τοῦτ’ οὖν ἀκούϲαϲ παρ’ ἐμοῦ παρ’ ἄλλου μαθήϲῃ κατὰ ϲχολήν, |εἴτ’ ὄρνιθαϲ ὀνομάζειν χρὴ τὰ τοιαῦτα τῶν ζῴων εἴτε μή.