Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 6-18
Not analysed yet
οὐ ϲμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναιϲ ἢ ἕλεϲιν ἢ τελματώδεϲι χωρίοιϲ τὴν δίαιταν ἐχόντων ἐϲτὶ πρὸϲ τὰ κατ’ ὄρη καὶ ξηροὺϲ τόπουϲ. ἀνὰ λόγον γὰρ τοῖϲ χωρίοιϲ αἱ ϲάρκεϲ τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴουϲ ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυϲπεπτότεραι γίγνονται.