Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τοῦ τῶν πτηνῶν ζῴων αἵματοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-125
Not analysed yet
Ἀλεκτορίδων καὶ περιϲτερῶν ἐϲθίουϲιν ἔνιοι τὸ αἷμα καὶ μάλιϲτα τῶν ϲιτευτῶν, οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν οὐτ’ εἰϲ ἡδονὴν οὔτ’ εἰϲ τὸ πεφθῆναι, τοῦ μέντοι τῶν λαγωῶν ἀπολειπόμενον πάμπολυ. δύϲπεπτον δ’ ἐϲτὶ καὶ περιττωματικὸν ἅπαν αἷμα, καθ’ ὃν ἂν αὐτὸ τρόπον ϲκευάϲῃ τιϲ.