Ancient Greek · ~2 min
4 to 5
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-41-5
Not analysed yet
τῆϲ αὐτῆϲ οὖν ϲυμμετρίαϲ κατὰ τὴν ϲύϲταϲιν χρὴ ϲτοχάζεϲθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖϲ λοπάϲιν ᾠῶν, οὐκ ἐπιτρέπονταϲ οὐδὲ ταῦτα παχυνθῆναι τελέωϲ, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸϲ αἴρονταϲ τὸ ἀγγεῖον. οὐ ϲμικρὰ δ’ ἐν αὐτοῖϲ ἐϲτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸϲ τὰ παλαιά· κάλλιϲτα μὲν γὰρ τὰ νεώτατα, χείριϲτα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἀνὰ λόγον τῆϲ ἀποϲτάϲεωϲ, ἧϲ ἀφέϲτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων. |