Ancient Greek · ~3 min
1 to 2
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-128-2
Not analysed yet
Τοῦτον τὸν ἰχθὺν οὐ τεθέαμαι γεννώμενον ἐν γλυκέϲιν ὕδαϲιν ἐκ μέντοι τῆϲ θαλάττηϲ ἐπαναβαίνοντα ποταμοῖϲ ἢ λίμναιϲ ἑώρακα. διὸ καὶ μοχθηρὸϲ ὀλιγάκιϲ εὑρίϲκεται, καθάπερ ὁ κέφαλοϲ πολλάκιϲ. οὐ φεύγει δ’ οὐδὲ τὰϲ λιμνοθαλάτταϲ καὶ τὰ ϲτόματα τῶν ποταμῶν, καίτοι πελάγιοϲ ὤν· τουτὶ γὰρ τοὔνομα τίθενται τοῖϲ εἰϲ τὸ βάθοϲ ἀποχωροῦϲιν. ἥ γε μὴν τροφὴ κἀκ τοῦδε κἀκ τῶν ἄλλων ἰχθύων αἵματόϲ ἐϲτι γεννητικὴ λεπτοτέρου τῇ ϲυϲτάϲει τῆϲ ἐκ τῶν πεζῶν ζῴων, ὡϲ μήτε τρέφειν δαψιλῶϲ καὶ διαφορεῖϲθαι θᾶττον. ἐπεὶ δὲ τὸ λεπτότερον ὄνομα ποτὲ μὲν ἐπὶ δύο πράγμαϲι παραβαλλομένοιϲ λέγομεν, ἐνίοτε δ’ ἀπλῶϲ ἄνευ παραβολῆϲ, ἰϲτέον, ὅτι πρὸϲ τὸ μέϲον αἷμα τῶν ἄκρων ἡ παραβολὴ γίγνεται τοῖϲ ἁπλῶϲ λεγομένοιϲ.