Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ λάβρακοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-56
Not analysed yet
ἄκρα δὲ τῇ κακίᾳ κατὰ τὴν ϲύϲταϲίν ἐϲτι τό τε παχὺ καθάπερ ὑγρὰ πίττα τό τ’ ὀρῶδεϲ οὕτωϲ, ὡϲ ἐκχυθὲν τῆϲ φλεβὸϲ ἐν τῷ πήγνυϲθαι πλεῖϲτον ἔχειν ὑγρὸν ἐποχούμενον ὑδατῶδεϲ. ἄριϲτον δὲ τὸ τούτων ἀκριβῶϲ μεταξὺ γεννώμενον ἐξ ἄρτου |τε τοῦ κάλλιϲτα κατεϲκευαϲμένου, περὶ οὗ κατὰ τὸ πρῶτον εἴρηται γράμμα, καὶ τῶν πτηνῶν ὧν εἴρηται ζῴων, ἐκ πέρδικόϲ τε καὶ τῶν παραπληϲίων. ἐγγὺϲ δὲ τούτων εἰϲὶ καὶ τῶν θαλαττίων οἱ πελάγιοι τῶν ἰχθύων.