Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν πετραίων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-130
Not analysed yet
Πετραίουϲ ὀνομάζουϲιν ἰχθύαϲ ἀπὸ τῶν χωρίων, ἐν οἷϲ εὑρίϲκονται διατρίβοντεϲ· οὐ γὰρ ἐν τοῖϲ λείοιϲ ἢ γεώδεϲιν ἢ ψαμμώδεϲιν αἰγιαλοῖϲ, ἀλλ’ ἔνθα πέτραι τινέϲ εἰϲι καὶ ἀκταί, φωλεύουϲί τε καὶ τίκτουϲιν.