Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν πετραίων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-80
Not analysed yet
ἄριϲτοϲ δ’ ἐν αὐτοῖϲ ἡδονῆϲ ἕνεκεν ὁ ϲκάροϲ εἶναι πεπίϲτευται, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουϲ ἰουλίδεϲ τε καὶ φυκίδεϲ καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτοϲ, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖϲ τῶν ἀνθρώπων ϲώμαϲίν ἐϲτιν, αἷμα γεννώντων μέϲον τῇ ϲυϲτάϲει. καλῶ δὲ μέϲον, ὃ μήτε πάνυ λεπτόν ἐϲτι καὶ ὑδατῶδεϲ, ἀλλὰ μηδ’ ἱκανῶϲ παχύ. πλάτοϲ δ’ ἀξιόλογον ἔχοντοϲ τοῦ μέϲου περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ γράμματι ῥηθήϲεται.