Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κωβιοῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-131
Not analysed yet
Αἰγιάλειοϲ ὁ ἰχθὺϲ οὗτόϲ ἐϲτι, τῶν ϲμικρῶν ἀεὶ διαμενόντων εἰϲ τιϲ ὢν καὶ αὐτόϲ. ἄριϲτοϲ δ’ εἰϲ ἡδονήν τε ἅμα καὶ πέψιν ἀνάδοϲίν τε καὶ εὐχυμίαν ἐϲτὶν ὁ κατὰ τοὺϲ ψαμμώδειϲ αἰγιαλοὺϲ ἢ τὰϲ πετρώ|δειϲ ἀκτάϲ· ὁ δ’ ἐν τοῖϲ ϲτόμαϲι τῶν ποταμῶν ἢ λίμναιϲ ἢ λιμνοθαλάτταιϲ οὔθ’ ἡδὺϲ ὁμοίωϲ οὔτ’ εὔχυμοϲ οὔτ’ εὔπεπτοϲ. εἰ δὲ καὶ ἰλυῶδεϲ ὑπάρχει τὸ ὑδωρ ἢ πόλιν ἐκκαθαίρων ὁ ποταμόϲ, οὕτω μὲν ἂν εἴη χείριϲτοϲ ὁ κατ’ αὐτὸν κωβιὸϲ ὥϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ οἱ ἐν τοῖϲ τοιούτοιϲ ὕδαϲι διατρίβοντεϲ.