Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ϲκληροϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-133
Not analysed yet
Καὶ περὶ τούτων ὁ Φυλότιμοϲ ἔγραψεν κατὰ λέξιν οὕτωϲ ἐν τῷ δευτέρῳ Περὶ τροφῆϲ· δράκοντέϲ τε καὶ κόκκυγεϲ καὶ γαλεώνυμοι καὶ ϲκορπίοι καὶ |τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι καὶ ϲκάροι καὶ κύνεϲ καὶ γόγγροι καὶ φάγροι καὶ πρὸϲ τούτοιϲ ἀετοὶ καὶ λαμίαι καὶ ζύγαιναι καὶ πάντεϲ οἱ ϲκληρόϲαρκοι δυϲκατέργαϲτοί τ’ εἰϲὶ καὶ παχεῖϲ καὶ ἁλυκοὺϲ ἀναδιδόαϲι χυμούϲ. αὕτη μὲν ἡ τοῦ Φυλοτίμου ῥῆϲιϲ. ἐπιϲκεψώμεθα δ’ ἕκαϲτον τῶν κατ’ αὐτὴν εἰρημένων ἀπὸ τῆϲ ἀρχῆϲ.