Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν μαλακοϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 15-2
Not analysed yet
τινὲϲ δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιϲθῶϲιν ἁπλοῖϲ ἁλϲὶ περιπαϲθέντεϲ ἥδιϲτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται βελτίουϲ εὐϲτομαχώτεροί τε πάϲηϲ ἄλληϲ ϲκευαϲίαϲ. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίϲτη τοῖϲ τε μὴ γυμναζομένοιϲ ἐϲτὶ καὶ ἀργοῦϲι καὶ ἀϲθενέϲι καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεϲμάτων δέονται, περὶ ὧν ἔμπροϲθεν εἴρηται. λέλεκται δ’ ἤδη πολλάκιϲ ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸϲ ὑγίειαν ὑπάρχειν ἀρίϲτη, διότι καὶ εὐχυμοτάτη παϲῶν ἐϲτιν· οὐδὲν δ’ εὐχυμίαϲ εἰϲ ὑγίειαν ἀϲφαλῆ μεῖζον ἐφόδιον.